Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 27.1 | Dem. 27.2 (English) | >>Dem. 27.5 |
27.1εἰ μὲν ἐβούλετʼ Ἄφοβος , ὦ ἄνδρες δικασταί , τὰ δίκαια ποιεῖν ἢ περὶ ὧν διεφερόμεθα τοῖς οἰκείοις ἐπιτρέπειν , οὐδὲν ἂν ἔδει δικῶν οὐδὲ πραγμάτων · ἀπέχρη γὰρ ἂν τοῖς ὑπʼ ἐκείνων γνωσθεῖσιν ἐμμένειν , ὥστε μηδεμίαν ἡμῖν εἶναι πρὸς τοῦτον διαφοράν . ἐπειδὴ δʼ οὗτος τοὺς μὲν σαφῶς εἰδότας τὰ ἡμέτερʼ ἔφυγε μηδὲν διαγνῶναι περὶ αὐτῶν , εἰς δʼ ὑμᾶς τοὺς οὐδὲν τῶν ἡμετέρων ἀκριβῶς ἐπισταμένους ἐλήλυθεν , ἀνάγκη ἐστὶν ἐν ὑμῖν παρʼ αὐτοῦ πειρᾶσθαι τῶν δικαίων τυγχάνειν .
27.2οἶδα μὲν οὖν , ὦ ἄνδρες δικασταί , ὅτι πρὸς ἄνδρας καὶ λέγειν ἱκανοὺς καὶ παρασκευάσασθαι δυναμένους χαλεπόν ἐστιν εἰς ἀγῶνα καθίστασθαι περὶ τῶν ὄντων ἁπάντων , ἄπειρον ὄντα παντάπασι πραγμάτων διὰ τὴν ἡλικίαν · ὅμως δέ , καίπερ πολὺ τούτων καταδεέστερος ὤν , πολλὰς ἐλπίδας ἔχω καὶ παρʼ ὑμῖν τεύξεσθαι τῶν δικαίων καὶ μέχρι γε τοῦ τὰ γεγενημένα διεξελθεῖν καὶ αὐτὸς ἀρκούντως ἐρεῖν , ὥσθʼ ὑμᾶς μήτʼ ἀπολειφθῆναι τῶν πραγμάτων μηδὲ καθʼ ἓν μήτʼ ἀγνοῆσαι περὶ ὧν δεήσει τὴν ψῆφον ἐνεγκεῖν .
27.3δέομαι δʼ ὑμῶν , ὦ ἄνδρες δικασταί , μετʼ εὐνοίας τέ μου ἀκοῦσαι , κἂν ἠδικῆσθαι δοκῶ , βοηθῆσαί μοι τὰ δίκαια . ποιήσομαι δʼ ὡς ἂν δύνωμαι διὰ βραχυτάτων τοὺς λόγους . ὅθεν οὖν ῥᾷστα μαθήσεσθε περὶ αὐτῶν , ἐντεῦθεν ὑμᾶς καὶ ἐγὼ πρῶτον πειράσομαι διδάσκειν .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 27.1 | Dem. 27.2 (English) | >>Dem. 27.5 |